Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.261 | Joseph. BJ 4.268 (English) | >>Joseph. BJ 4.274 |
4.265εἰ δὲ αἰδεῖσθε τὰς τῶν τοιούτων ἐπικλήσεις , ἀλλά τοι πάρεστι θεμένοις τὰ ὅπλα καὶ παρελθοῦσιν εἰς τὴν πόλιν σχήματι συγγενῶν ἀναλαβεῖν τὸ μέσον συμμάχων τε καὶ πολεμίων ὄνομα δικαστὰς γενομένους .
4.266καίτοι λογίσασθε , πόσον κερδήσουσιν ἐφʼ ὁμολογουμένοις καὶ τηλικούτοις κρινόμενοι παρʼ ὑμῖν οἱ τοῖς ἀκαταιτιάτοις μηδὲ λόγου μεταδόντες · λαμβανέτωσαν δʼ οὖν ταύτην ἐκ τῆς ὑμετέρας ἀφίξεως τὴν χάριν .
4.267εἰ δʼ οὔτε συναγανακτεῖν ἡμῖν οὔτε κρίνεσθαι δεῖ , τρίτον ἐστὶ καταλιπεῖν ἑκατέρους καὶ μήτε ταῖς ἡμετέραις ἐπιβαίνειν συμφοραῖς μήτε τοῖς ἐπιβούλοις τῆς μητροπόλεως συνέρχεσθαι .
4.268εἰ γὰρ καὶ τὰ μάλιστα Ῥωμαίοις ὑποπτεύετε διειλέχθαι τινάς , παρατηρεῖν ἔξεστι τὰς ἐφόδους , κἄν τι τῶν διαβεβλημένων ἔργῳ διακαλύπτηται , τότε φρουρεῖν τὴν μητρόπολιν ἐλθόντας κολάζειν τε τοὺς αἰτίους πεφωραμένους · οὐ γὰρ ἂν ὑμᾶς φθάσειαν οἱ πολέμιοι τῇ πόλει προσῳκημένους .
4.269εἰ δʼ οὐδὲν ὑμῖν τούτων εὔγνωμον ἢ μέτριον δοκεῖ , μὴ θαυμάζετε τὰ κλεῖθρα τῶν πυλῶν , ἕως ἂν φέρητε τὰ ὅπλα .”
4.270
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.261 | Joseph. BJ 4.268 (English) | >>Joseph. BJ 4.274 |